anonymi epigrammatici
ἐν δὲ τῷ ιη Κλέοβις ἐστὶ καὶ Βίτων, οἳ τὴν ἑαυτῶν μητέρα Κυδίππην ἱερωμένην ἐν Ἄργει Ἥρας, αὐτοὶ ὑποσχόντες τοὺς αὐχένας τῷ ζυγῷ διὰ τὸ βραδῦναι τὸ σκεῦος τῶν βοῶν, ἱερουργῆσαι ἐποίησαν, καὶ ἡσθεῖσα, φασίν, ἐπὶ τούτῳ ἐκείνη ηὔξατο τῇ θεῷ εἴ τι ἐστι κάλλιστον ἐν ἀνθρώποις, τοῦτο τοῖς παισὶν αὐτῆς ὑπαντῆσαι: καὶ τοῦτο αὐτῆς εὐξαμένης ἐκεῖνοι αὐτονυκτὶ θνήσκουσιν.οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται,
Κυδίππης παίδων εὐσεβίης θ᾽ ὁσίης.
ἡδυχαρὴς γὰρ᾽ ἔην κόπος ἀνδράσι χ᾽ ὥριος οὗτος,
μητρὸς ἐπ᾽ εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον.
χαίροιτ᾽ εἰν ἐνέροισιν ἐπ᾽ εὐσεβίῃ κλυτοὶ ἄνδρες,
καὶ τὸν ἀπ᾽ αἰώνων μῦθον ἔχοιτε μόνοι. [p. 106]