agathias scholasticus
εἰς τὴν αὐτὴν ἐν Πλάτῃἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς,
ἆ μέγα τολμήεις κηρὸς ἀπεπλάσατο:
ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων
θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ: [p. 22]
οὐκέτι δ᾽ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ᾽ ἐν ἑαυτῷ
τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει:
ὄμματα δ᾽ ὀτρύνουσι βαθὺν νόον οἶδε δὲ τέχνη
χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.