anonymi epigrammatici
εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν Ὀλυβρίουεἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη:
πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα
τεύξατο καὶ μ᾽ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων
Θευδοσίου θυγάτηρ Εὐδοξία: ἐκ δέ με κείνης
Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ:᾿:
εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,
τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων
δῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδος
μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,
κόσμον ἀεξήσασα παλαίτερον. ὧδ᾽ ἐμὸν ἔργον.