Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
Τὰ δὲ Σεργίῳ τῷ Βάκχου παιδὶ ἐπὶ Λιβύης ἡμαρτημένα
διαρκῶς μὲν ἐν λόγοις μοι τοῖς ἐπιτηδείοις
δεδήλωται, ὃς δὴ αἰτιώτατος γέγονε Ῥωμαίοις ἐνταῦθα
διαφθαρῆναι τὰ πράγματα, τά τε πρὸς Λευάθας αὐτῷ
πρὸς τῶν εὐαγγελίων ὀμωμοσμένα ἐν ἀλογίᾳ πεποιημένος
καὶ τοὺς ὀγδοήκοντα πρέσβεις οὐδενὶ λόγῳ διαχρησάμενος,
τοσοῦτον δέ μοι τανῦν ἐντιθέναι τῷ λόγῳ
δεήσει, ὡς οὔτε νῷ δολερῷ οἱ ἄνδρες οὗτοι παρὰ Σέργιον
ἦλθον οὔτε τινὰ σκῆψιν ὁ Σέργιος ὑποψίας περὶ
αὐτοὺς εἶχεν, ἀλλὰ διώμοτος ἐπὶ θοίνην καλέσας τοὺς
ἄνδρας διεχρήσατο οὐδενὶ κόσμῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.