Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς
τῶν τινος πόλεων οὐκ ἀπολελειμμένων οἱ παίδων
γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν
ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον
δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων
δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος
ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα
ὁ αὐτοκράτωρ ἐνδεικνύμενος, νόμον ἔναγχος ἐτύγχανε
γράψας, ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως
δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος
τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν,
τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως
λεύκωμα φέροιντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.