Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἐξ οὗ δὲ Ἰουστινιανὸς
τὴν βασιλείαν παρέλαβεν, οὐκέτι καιροῖς τοῖς
καθήκουσι ταῦτα ἐπράσσετο: ἀλλὰ τὰ μὲν πρῶτα
πολλοῦ Ῥωμαίοις ὕπατος καθίστατο χρόνου, τελευτῶντες
δὲ οὐδὲ ὄναρ τὸ πρᾶγμα ἑώρων, ἐξ οὗ δὴ πενίᾳ
τινὶ ἐνδελεχέστατα ἐσφίγγετο τὰ ἀνθρώπεια, τὰ μὲν
εἰωθότα τοῦ βασιλέως οὐκέτι τοῖς ὑπηκόοις παρεχομένου,
τὰ δὲ ὑπάρχοντα τρόποις ἅπασι πανταχόθεν ἀφαιρουμένου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.