Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ἐπεὶ
δὲ Ἰουστινιανοῦ βασιλεύοντος οἱ ἐπὶ ταύτῃ τῇ ἐργασίᾳ
[p. 156]
ἔν τε Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ὄντες ἀξιωτέραν
ἀπεδίδοντο τὴν ἐσθῆτα ταύτην, αἰτιώμενοι μεῖζον
μὲν ἢ πρότερον ἐν χρόνῳ τῷ παρόντι ὑπὲρ αὐτῆς
καταβάλλεσθαι τὸ τίμημα Πέρσαις, πλείω δὲ νῦν τὰ
δεκατευτήρια εἶναι ἐν γῇ τῇ Ῥωμαίων, δόκησιν ἅπασιν
ὁ αὐτοκράτωρ παρεχόμενος ὅτι δὴ ἐπὶ τούτῳ ἀγανακτοίη,
νόμῳ ἅπασιν ἀπεῖπε μὴ πλέον ἢ ὀκτὼ χρυσῶν
τῆς τοιαύτης ἐσθῆτος τὴν λίτραν εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.