Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
οὕσπερ λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς
ὁ βασιλεὺς κατ̓ ἀρχὰς μὲν οὕτω δὴ παρέργως τε καὶ
φαύλως ἐχρῆτο, ὥστε τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν
τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι,
καὶ ἐπειδὰν Ῥωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο,
[p. 149]
ἠναγκάζοντο οἱ ταλαίπωροι οὗτοι ἅτε καὶ αὐτοὶ τῶν
ἐκ τῆς εἰρήνης ἀγαθῶν ἀπολαύσοντες χρόνου ῥητοῦ
τὰς ὀφειλομένας σφίσι ξυντάξεις τῷ δημοσίῳ χαρίζεσθαι:
ὕστερον δὲ καὶ αὐτὸ τὸ τῆς στρατείας ὄνομα
αὐτοὺς ἀφείλετο οὐδενὶ λόγῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.