Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς
πράξεις, ἀλλ̓ ἀπὸ καιροῦ πάντα εἰργάζετο, ἐν μὲν
εἰρήνῃ καὶ σπονδαῖς ἐξαρτυόμενος ἀεὶ νῷ δολερῷ ἐπὶ
τοὺς πέλας πολέμου αἰτίας, ἐν δὲ τῷ πολέμῳ ἀναπεπτωκώς
τε οὐδενὶ λόγῳ καὶ τὴν τῶν ἔργων παρασκευὴν
ὀκνηρῶς ἄγαν διὰ φιλοχρηματίαν ποιούμενος, ἀντί τε
σπουδῆς τῆς περὶ ταῦτα περισκοπῶν μὲν τὰ μετέωρα,
περιέργος δὲ ἀμφὶ τῇ τοῦ θεοῦ φύσει γινόμενος, καὶ
οὔτε τὸν πόλεμον μεθιεὶς, τῷ μιαιφόνος τις καὶ παλαμναῖος
εἶναι, οὔτε περιεῖναι τῶν πολεμίων οἷός τε
ὢν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας περιεργάζεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.