Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40
section:
section 1section 2section 3section 4section 5section 6section 7section 8section 9section 10section 11section 12section 13section 14section 15section 16section 17section 18section 19section 20section 21section 22section 23section 24section 25section 26section 27section 28section 29section 30section 31
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
book 6
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ
book 8
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Βέσσας τε τὸν σῖτον ἔτι μᾶλλον ἀπεμπολῶν ἐπλούτει, πρυτανευούσης αὐτῷ τὰς τιμὰς τῆς τῶν δεομένων ἀνάγκης. καὶ ὅλος εἰς μέριμναν τὴν περὶ ταῦτα ἐσπουδακὼς οὔτε φυλακῆς τοῦ περιβόλου οὔτε ἄλλου ὁτουοῦν ἀσφαλείας πέρι ἐπεμελεῖτο, ἀλλὰ ἀναπεπτωκέναι μὲν τῶν στρατιωτῶν τοῖς γε βουλομένοις ἐξῆν, φυλακτήριον δὲ ὀλίγων τινῶν ἐν τοῖς τείχεσιν ἦν, καὶ τοῦτο δὲ ἀπημελημένον ὡς μάλιστα. [2] οἷς γὰρ ἀεὶ τὴν φυλακὴν ἐπικεῖσθαι ξυνέβαινε, πολλὴ ἐξουσία τοῦ καθεύδειν ἐγίνετο, ἐπεὶ οὐδεὶς αὐτοῖς ἐφειστήκει, ὅστις ἂν καὶ λόγον τινὰ τοῦ τοιούτου ποιοῖτο: οὐδὲ περιιόντες τινὲς κύκλῳ τῶν περιβόλων, ᾗπερ εἰώθει, διερευνᾶσθαι τοὺς φύλακας ὅ τί ποτε ποιοῦσιν ἠξίουν, οὐ μὴν οὐδέ τις τῶν οἰκητόρων αὐτοῖς ξυμφυλάσσειν ἠδύνατο. [3] ὀλίγοι τε γὰρ [p. 324] κομιδῆ ἐνταῦθα, ὥσπερ μοι ἐρρήθη, ἐλείποντο καὶ αὐτοὶ τῷ λιμῷ ὑπερφυῶς κεκακωμένοι. [4] Τέσσαρες οὖν Ἴσαυροι, ἀμφὶ πύλην Ἀσιναρίαν φυλακὴν ἔχοντες, τηρήσαντες τῆς νυκτὸς τὸν καιρὸν ἐν ᾦ τοῖς μὲν αὐτῶν ἐχομένοις καθεύδειν ἐπέβαλλεν, αὐτοῖς δὲ ἡ φυλακὴ τοῦ ἐκείνῃ τείχους ἐπέκειτο, κάλως τε ἐκ τῶν ἐπάλξεων ἀναρτήσαντες ἄχρι ἐς τὸ ἔδαφος ἐξικνουμένους, καὶ τούτων χερσὶν ἀμφοτέραις λαβόμενοι ἔξω τοῦ περιβόλου ἐγένοντο καὶ παρὰ Τουτίλαν ἀφικόμενοι δέξασθαι τῇ πόλει αὐτόν τε ὡμολόγουν καὶ τὸν Γότθων στρατόν: δυνατοὶ γὰρ εἶναι τοῦτο ποιεῖν ἰσχυρίζοντο οὐδενὶ πόνῳ. [5] καὶ ὃς χάριτας σφίσιν ἁδρὰς ἕξειν ὁμολογήσας, ἤνπερ ἐπιτελῆ ταῦτα ποιήσωσι, κυρίους τε αὐτοὺς καταστήσεσθαι χρημάτων μεγάλων, δύο τῶν ἑπομένων ξὺν αὐτοῖς ἔπεμψε κατασκεψομένους τὸν χῶρον ὅθεν οἱ ἄνθρωποι Γότθοις ἔφασκον ἐς τὴν πόλιν ἐσιτητὰ εἶναι. [6] οἵπερ ἐπειδὴ παρὰ τὸ τεῖχος ἀφίκοντο, τῶν καλωδίων λαβόμενοι ἀνέβαινον ἐς τὰς ἐπάλξεις, οὐδενὸς ἐνταῦθα ἢ φθεγγομένου ἢ τῶν ποιουμένων αἴσθησιν ἔχοντος. [7] ἐπειδή τε ἐνταῦθα ἐγένοντο, τοῖς βαρβάροις οἱ Ἴσαυροι πάντα ἐδείκνυον, ὡς ἀνιέναι μὲν βουλομένοις οὐδὲν ἂν ἐμπόδιον εἴη, ἀνελθοῦσι δὲ πολλὴ ἂν ἐξουσία γένοιτο σφίσιν, οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος, ταῦτά τε αὐτοὺς ἀπαγγέλλειν Τουτίλᾳ κελεύσαντες ἀπεπέμψαντο. [8] Ἅπερ ἐπεὶ ὁ Τουτίλας ἤκουσεν, ἥσθη μέν πως [p. 326] τῇ ἀγγελίᾳ, ὑποψίᾳ δὲ καὶ ὣς ἐς τοὺς Ἰσαύρους ἐχόμενος οὐ λίαν αὐτοῖς πιστεύειν ἠξίου. [9] ἡμέραις τε οὐ πολλαῖς ὕστερον αὖθις οἱ ἄνθρωποι παῤ αὐτὸν ἧκον, ἐπὶ τὴν πρᾶξιν παρακαλοῦντες. καὶ ὃς ἑτέρους δύο ξὺν αὐτοῖς ἔπεμψεν, ἐφ̓ ᾧ καὶ αὐτοὶ ἐς τὸ ἀκριβὲς ἅπαντα διερευνησάμενοι ἀπαγγείλωσιν. [10] οἱ δὲ ἐς αὐτὸν ἐπανήκοντες ἅπαντα ὁμοίως τοῖς προτέροις ἤγγελλον. ἐν τούτῳ δὲ Ῥωμαῖοι στρατιῶται πολλοὶ ἐπὶ κατασκοπῇ στελλόμενοι τῆς πόλεως οὐ πολλῷ ἄποθεν Γότθοις δέκα ὁδῷ ἰοῦσιν ἐνέτυχον, οὓς δὴ ἑλόντες παρὰ τὸν Βέσσαν εὐθὺς ἄγουσι. [11] καὶ ὁ μὲν ἀνεπυνθάνετο τούτων δὴ τῶν βαρβάρων ὅ τί ποτε ὁ Τουτίλας διανοοῖτο, οἱ δὲ Γότθοι ἐν ἐλπίδι ἔφασαν εἶναι τῶν τινας σφίσιν Ἰσαύρων ἐνδώσειν τὴν πόλιν: ἤδη γὰρ ἔκπυστος ὁ λόγος ἐς τῶν βαρβάρων πολλοὺς ἐγεγόνει. [12] ἀλλὰ καὶ ταῦτα Βέσσας τε καὶ Κόνων ἀκούσαντες ἔν τε πολλῇ ὀλιγωρίᾳ ἔσχον καὶ αὐτῶν ἐντροπὴν οὐδεμίαν πεποίηντο. καὶ τρίτον οἱ Ἴσαυροι Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς τὸ ἔργον τὸν ἄνδρα ἐνῆγον. [13] ὁ δὲ ἄλλους τε ξὺν αὐτοῖς ἔπεμψε καὶ τῶν αὐτῷ κατὰ γένος προσηκόντων τινά, οἵπερ ἐς αὐτὸν ἐπανήκοντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἐς τὴν πρᾶξιν ἐπέρρωσαν. [14] Τουτίλας δέ, ἐπειδὴ τάχιστα νὺξ ἐγεγόνει, ἅπαν ἡσυχῆ ἐξοπλίσας τὸ στράτευμα ἐπῆγεν ἀμφὶ πύλην Ἀσιναρίαν. καὶ τέσσαρας τῶν ἐν Γότθοις ἀνδρίας τε καὶ ἰσχύος πέρι εὖ ἡκόντων [p. 328] ξὺν τοῖς Ἰσαύροις διὰ τῶν βρόχων ἀναβαίνειν ἐς τὰς ἐπάλξεις ἐκέλευεν, ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν. [15] οἵπερ, ἐπειδὴ ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καταβαίνουσι μὲν ἐς πύλας τὰς Ἀσιναρίας, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, καὶ τό τε ξύλον πελέκεσι διαφθείρουσιν ᾧπερ ἐνέρσει τοίχου ἑκατέρου ἐναρμοσθέντι τὰς πύλας ἐπιζευγνύναι εἰώθεσαν, τά τε σιδήρια ξύμπαντα οἷς δὴ τὰς κλεῖς ἀεὶ οἱ φύλακες ἐμβαλλόμενοι ἔκλειόν τε τὰς πύλας καὶ κατὰ τὴν χρείαν ἀνέῳγον. [16] οὕτω δὲ τὰς πύλας ἀναπετάσαντες, ᾗπερ ἐβούλοντο, τῇ πόλει Τουτίλαν τε καὶ τὸν Γότθων στρατὸν οὐδενὶ πόνῳ ἐδέξαντο. Τουτίλας δὲ αὐτοὺς ἐνταῦθα ἐς ἕνα χῶρον ξυναγαγὼν σκεδάννυσθαι οὐδαμῆ εἴασεν: ἔδεισε γὰρ μή τις ἐνέδρα πρὸς τῶν πολεμίων σφίσι ξυμβαίνῃ ταραχῆς δέ, [17] ὡς τὸ εἰκός, τῇ πόλει καὶ θορύβου ἐπιπεσόντος οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων στρατιωτῶν διὰ πύλης ἑτέρας ξὺν τοῖς ἄρχουσιν ἔφευγον, ὥς πη ἑκάστῳ εὐπετὲς γέγονεν, ὀλίγοι δέ τινες ξὺν Ῥωμαίοις τοῖς ἄλλοις ἐς τὰ ἱερὰ καταφεύγουσι. [18] τῶν δὲ πατρικίων Δέκιος καὶ Βασίλειος ξὺν ἑτέροις τισὶν ῾ἵπποι γὰρ σφίσι παρόντες ἔτυχον̓ ξὺν τῷ Βέσσα φυγεῖν ἴσχυσαν. [19] Μάξιμος δὲ καὶ Ὀλύβριος καὶ Ὀρέστης καί τινες ἄλλοι ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ἔφυγον. τοῦ μέντοι δήμου πεντακοσίους ἄνδρας ἀνὰ πᾶσαν [p. 330] τὴν πόλιν ἀπολελεῖφθαι ξυνέπεσεν, οἵπερ ἐς τὰ ἱερὰ κατέφυγον μόλις. [20] τῶν γὰρ ἄλλων ἁπάντων οἱ μὲν ἀπιόντες ἤδη πρότερον ἐς ἑτέρας ᾤχοντο χώρας, οἱ δὲ τῷ λιμῷ διεφθάρησαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. πολλοὶ μὲν οὖν Τουτίλᾳ νύκτωρ ἤγγελλον ὅτι δὴ Βέσσας τε καὶ οἱ πολέμιοι φεύγουσιν. ὁ δὲ χαρίεντα τὸν λόγον αὐτοὺς εἰρηκέναι εἰπὼν οὐκ εἴα διώκειν. [21] τί γὰρ ἂν ἥδιον ἀνθρώπῳ γένοιτο, ἔφη, πολεμίων φευγόντων; [22] Ἐπειδὴ δὲ ἡμέρα τε ἦν ἤδη καὶ οὐδεμία ἔτι ἐνέδρας τινὸς ὑποψία ἐλέλειπτο, Τουτίλας μὲν ἐς τὸν Πέτρου νεὼν τοῦ ἀποστόλου εὐξόμενος ᾔει, Γότθοι δὲ τοὺς παραπεπτωκότας διέφθειρον. [23] ἀπέθανόν τε τούτῳ τῷ τρόπῳ τῶν μὲν στρατιωτῶν ἓξ καὶ εἴκοσι, τοῦ δὲ δήμου ἑξήκοντα. ἐπεὶ δὲ ὁ Τουτίλας ἀφίκετο ἐς τὸ ἱερόν, Πελάγιος αὐτῷ ἐς ὄψιν ἦλθε τὰ Χριστιανῶν λόγια ἐν ταῖς χερσὶ φέρων, παντί τε τρόπῳ τὴν ἱκεσίαν προτεινόμενος ‘Φείδου τῶν σῶν, ὦ δέσποτα’ εἶπε. [24] καὶ ὃς ἐπιτωθάζων τε καὶ ἐνδιαθρυπτόμενος ἔφη ‘Νῦν με, ὦ Πελάγιε, ἱκετεύσων ἐλήλυθας.’ ‘Ὅτε με’ ὁ Πελάγιος ἀπεκρίνατο ‘δοῦλον σὸν ὁ θεὸς εἶναι πεποίηκεν. [25] ἀλλὰ δούλων τῶν σῶν τὸ λοιπόν, ὦ δέσποτα, φείδου.’ ταύτην ὁ Τουτίλας τὴν ἱκεσίαν δεξάμενος ἀπεῖπε Γότθοις μηδένα τὸ λοιπὸν ἀποκτιννύναι τῶν πάντων Ῥωμαίων, ἀλλὰ τῶν χρημάτων αὐτῷ μὲν τὰ τιμιώτατα ἐξελεῖν, τὰ δὲ ἄλλα σφίσιν αὐτοῖς κατ̓ ἐξουσίαν ληΐζεσθαι. [p. 332] [26] Πολλὰ μὲν οὖν ἐν ταῖς πατρικίων οἰκίαις εὗρε, πάντων δὲ μάλιστα οὗπερ ὁ Βέσσας κατέλυε. τὰς γὰρ ἀνοσίας, ὥς γε δεδήλωται, τοῦ σίτου τιμὰς ὁ κακοδαίμων Τουτίλᾳ ἤθροιζεν. [27] οὕτω τε περιέστη τοῖς τε ἄλλοις Ῥωμαίοις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ οὐχ ἥκιστα Ῥουστικιανῇ, τῇ Βοετίου μὲν γαμετῇ γενομένῃ, παιδὶ δὲ Συμμάχου, καὶ τὴν οὐσίαν ἀεὶ τοῖς δεομένοις προϊεμένῃ, δούλων τε καὶ ἀγροίκων ἀμπεχομένοις ἱμάτια, πρὸς τῶν πολεμίων ἄρτον ἢ ἄλλο τι τῶν ἀναγκαίων αἰτουμένοις βιοῦν. [28] ἔς τε τὰς οἰκίας περιιόντες καὶ τὰς θύρας ἐς ἀεὶ κόπτοντες τροφὴν διδόναι σφίσιν ἐδέοντο, οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου. [29] Καὶ Γότθοι μὲν Ῥουστικιανὴν κτείνειν ἐν σπουδῇ ἐποιοῦντο, ἐπικαλοῦντες ὅτι δὴ χρήματα προϊεμένη τοῖς τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι τὰς Θευδερίχου εἰκόνας διαφθείρειε, τοὺς φόνους ἀμυνομένη Συμμάχου τε τοῦ πατρὸς καὶ Βοετίου τοῦ ξυνοικήσαντος. [30] Τουτίλας δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὴν ξυνεχώρησεν, ἀλλ̓ αὐτήν τε καὶ τὰς ἄλλας ἁπάσας ὕβρεως ἐκτὸς διεφύλαξε, καίπερ Γότθων ἐς κοίτην ὡς μάλιστα ἐφιεμένων αὐταῖς ξυνελθεῖν. [31] διόπερ αὐτῶν οὐδεμιᾷ ἐς τὸ σῶμα ὑβρίσθαι ξυνέβη οὔτε ἀνδρὶ ξυνοικούσῃ οὔτε παρθένῳ ἢ χήρᾳ οὔσῃ, μέγα τε κλέος ἐπὶ σωφροσύνῃ ἐκ τούτου τοῦ ἔργου Τουτίλας ἔσχε. [p. 334]
Procopius. Procopius. H.B. (Henry Bronson) Dewing. William Heinemann; The Macmillan Co.; Harvard University Press. London; New York; Cambridge, MA. 1914-1928. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.