previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.

Καὶ ἄλλως μέν ποι πολλοῦ ἄξιον τὸ συντυγχάνειν τῇ σεμνότητί σου, νῦν δὲ καὶ μάλιστα, ὅτε τοιοῦτόν ἐστι τὸ συνάγον ἡμᾶς πρᾶγμα. ἀλλ̓ ἐπειδὴ τὰ λείψανα τῆς ἀρρωστίας μου τοιαῦτα, ὡς μηδὲ τὴν βραχυτάτην μοι κίνησιν συγχωρεῖν, ὅς γε ἵνα τὴν μέχρι τῶν μαρτύρων ὁδὸν ὀχήματι πορευθῶ πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον, ἀνάγκη συγγνώμης τυχεῖν παῤ ὑμῶν. κἂν μὲν δυνατὸν ὑπερτεθῆναι τὸ πρᾶγμα ὀλίγαις ὕστερον ἡμέραις, καὶ συνέσομαι ὑμῖν τῇ τοῦ Θεοῦ χάριτι καὶ κοινωνήσω τῶν φροντίδων. ἐὰν δὲ ἐπείγῃ τὰ σπουδαζόμενα, πράξατε μὲν τῇ τοῦ Θεοῦ συνεργίᾳ τὰ χερσί, συναριθμήσατε δέ με ἑαυτοῖς ὡς παρόντα καὶ τῶν καλῶς γινομένων συνεφαπτόμενον. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ ἁγίου.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: