Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἀνελευθερίας γὰρ δὴ καὶ ταπεινότητος ἔκγονα πάθη
ἐκ τοῦ τοιοῦδε τῆς μουσικῆς εἴδους ἐγγίνεσθαι
πέφυκεν. ἀλλὰ τὴν ἑτέραν μεταδιωκτέον ἡμῖν, τὴν
ἀμείνω τε καὶ εἰς ἄμεινον φέρουσαν ᾗ καὶ Δαβὶδ
χρώμενος ὁ ποιητὴς τῶν ἱερῶν ᾀσμάτων, ἐκ τῆς
μανίας, ὥς φασι, τὸν βασιλέα καθίστη.