Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ὡς οἵ γε τῶν ἀναγκαίων ὅρων ἔξω
γενόμενοι, 1 παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς
φερομένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι,
οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται:
ἀλλ̓ ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, 2 τοῦ
ἴσου δέονται ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας
ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου
Σόλωνα, ὅς φησι:
Πλούτου δ̓ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.