This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Ἐπεὶ δὲ στεφάνων καὶ ἀθλητῶν ἐμνήσθην,
ἐκεῖνοι μυρία παθόντες ἐπὶ μυρίοις, καὶ πολλαχόθεν
τὴν ῥώμην ἑαυτοῖς συναυξήσαντες, πολλὰ
μὲν γυμναστικοῖς ἐνιδρώσαντες πόνοις, πολλὰς
δὲ πληγὰς ἐν παιδοτρίβου λαβόντες, δίαιταν δὲ
οὐ τὴν ἡδίστην, ἀλλὰ τὴν παρὰ τῶν γυμναστῶν
αἱρούμενοι, καὶ τἄλλα, ἵνα μὴ διατρίβω λέγων,
οὕτω διάγοντες, ὡς τὸν πρὸ τῆς ἀγωνίας βίον
μελέτην εἶναι τῆς ἀγωνίας, τηνικαῦτα ἀποδύονται
πρὸς τὸ στάδιον, καὶ πάντα πονοῦσι καὶ κινδυνεύουσιν,
ὥστε κοτίνου λαβεῖν στέφανον ἢ
[p. 412]
σελίνου ἢ ἄλλου τινὸς τῶν τοιούτων καὶ
νικῶντες ἀναρρηθῆναι παρὰ τοῦ κήρυκος.