This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
οὐκ ἂν παρέλθοιμι τὸ τοῦ Ἀλεξάνδρου, ὃς τὰς
θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν θαυμαστόν
τι 1οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας,
οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι
[p. 406]
κρίνων τὸν ἄνδρας ἑλόντα γυναικῶν ἡττηθῆναι.
τουτὶ γὰρ εἰς ταὐτὸν ἐκείνῳ φέρει, ὅτι ὁ ἐμβλέψας
πρὸς ἡδονὴν γυναικὶ κἂν μὴ τῷ ἔργῳ
τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν
τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ
ἐγκλήματος.
1 ti om. editi anti#3ui.