previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοὺς μὲν οὖν τῶν λόγων, οἳ τὰς τῶν καλῶν ἔχουσιν ὑποθήκας, οὕτως ἀποδεχώμεθα: ἐπειδὴ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν [p. 402] ἀνδρῶν μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασῴζονται, ποιητῶν συγγραφέων φυλαττόμεναι λόγοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα. [2] οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων: δὲ οὐ προσεῖχε: καὶ εἰς πᾶσαν διήρκεσε 1 τὴν ἡμέραν, μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, δέ, οὐ μέλων αὐτῷ. εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρείη τὸ πρὸς φιλοσοφίαν γυμνάσιον. [3] πάλιν τις Εὐκλείδῃ τῷ Μεγαρόθεν παροξυνθεὶς θάνατον ἠπείλησε καὶ ἐπώμοσεν: δὲ ἀντώμοσεν μὴν ἱλεώσασθαι αὐτόν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. πόσου ἄξιον τῶν τοιούτων τι παραδειγμάτων εἰσελθεῖν τὴν μνήμην ἀνδρὸς ὑπὸ ὀργῆς ἤδη κατεχομένου; [4] τῇ τραγῳδίᾳ γὰρ οὐ πιστευτέον ἁπλῶς λεγούσῃ, ἐπ̓ ἐχθροὺς θυμὸς ὁπλίζει χεῖρα: ἀλλὰ μάλιστα μὲν μηδὲ διανίστασθαι πρὸς θυμὸν τὸ παράπαν: εἰ δὲ μὴ ῥᾴδιον τοῦτο, ἀλλ̓ ὥσπερ χαλινὸν αὐτῷ τὸν λογισμὸν ἐμβάλλοντας, μὴ ἐᾶν ἐκφέρεσθαι περαιτέρω. [5] Ἐπαναγάγωμεν δὲ τὸν λόγον αὖθις πρὸς τὰ τῶν σπουδαίων πράξεων παραδείγματα. ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ [p. 404] πρόσωπον ἐμπεσὼν ἀφειδῶς: δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν 2 εἶναι. ὡς δ̓ οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέγεται, ὥσπερ 3 ἀνδριάντι τὸν δημιουργόν: δεῖνα ἐποίει: [7] καὶ τοσοῦτον 4 ἀμύνασθαι. ταῦτα σχεδὸν εἰς ταὐτὸν τοῖς ἡμετέροις φέροντα, πολλοῦ ἄξιον εἶναι μιμήσασθαι τοὺς τηλικούτους φημί. τουτὶ μὲν γὰρ τὸ τοῦ Σωκράτους ἀδελφὸν ἐκείνῳ τῷ παραγγέλματι, ὅτι τῷ τύπτοντι κατὰ τῆς σιαγόνος, καὶ τὴν ἑτέραν παρέχειν προσῆκε: [8] τοσούτου 5 δεῖν ἀπαμύνασθαι. τὸ δὲ τοῦ Περικλέους τὸ Εὐκλείδου, τῷ τοὺς διώκοντας ὑπομένειν καὶ πρᾴως αὐτῶν τῆς ὀργῆς ἀνέχεσθαι, καὶ τῷ τοῖς ἐχθροῖς εὔχεσθαι τὰ ἀγαθά, ἀλλὰ μὴ ἐπαρᾶσθαι. ὡς γε ἐν τούτοις προπαιδευθεὶς οὐκ ἔτ̓ ἂν ἐκείνοις ὡς ἀδυνάτοις διαπιστήσειεν. [9] οὐκ ἂν παρέλθοιμι τὸ τοῦ Ἀλεξάνδρου, ὃς τὰς θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν θαυμαστόν τι 6οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι [p. 406] κρίνων τὸν ἄνδρας ἑλόντα γυναικῶν ἡττηθῆναι. τουτὶ γὰρ εἰς ταὐτὸν ἐκείνῳ φέρει, ὅτι ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος. [10] τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς χαλεπὸν πιστεῦσαι ἀπὸ ταὐτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ̓ οὐχὶ μιμησαμένου σπουδῇ. τί δὲ ἦν ἐποίησεν ἐκεῖνος; ἐξὸν δἰ ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, δὲ ἀπέτισε μᾶλλον ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων: ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προστάγματος τὸν ὅρκον ἡμῖν ἀπαγορεύοντος.

1 dih/rkesan Colb. tertius.

2 a(\s e)/laben add. [6] Colb. tertius.

3 e)n add. Colb. tertius.

4 tosou/tou editi anti#3ui et Reg. tertius.

5 tosou=ton editi anti#3ui.

6 ti om. editi anti#3ui.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: