Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡμετέρων πατέρων δόξαν ὑπὲρ ἐθνῶν τούτων ἀντιπαραθῶμεν ἀλλήλαις.
Ὁ Μωυσῆς φησι τὸν τοῦ κόσμου δημιουργὸν
ἐκλέξασθαι τὸ τῶν Ἑβραίων ἔθνος καὶ προσέχειν
ἐκείνῳ μόνῳ καὶ ἐκείνου φροντίσαι καὶ δίδωσιν
αὐτῷ τὴν ἐπιμέλειαν αὐτοῦ μόνου. τῶν δὲ ἄλλων
ἐθνῶν, ὅπως ἢ ὑφ̓ οἷστισι διοικοῦνται θεοῖς, οὐδ̓
ἡντινοῦν μνείαν πεποίηται: πλὴν εἰ μή τις ἐκεῖνα
συγχωρήσειεν, ὅτι τὸν ἥλιον αὐτοῖς καὶ τὴν σελήνην
ἀπένειμεν. ἀλλ̓ ὑπὲρ μὲν τούτων καὶ μικρὸν