Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡρισμένους δὲ φωτισμοὺς σελήνης, ἡλίου δὲ ἀνατολὰς
καὶ δύσεις ὡρισμένας ἐν ὡρισμένοις ἀεὶ
καιροῖς, εἰκότως θεὸν καὶ θεοῦ θρόνον ὑπέλαβον.
τὸ γὰρ τοιοῦτον, ἅτε μηδεμιᾷ προσθήκῃ πληθυνόμενον
μηδὲ ἐλαττούμενον ἀφαιρέσει, τῆς τε κατ̓
ἀλλοίωσιν καὶ τροπὴν ἐκτὸς ἱστάμενον μεταβολῆς
πάσης καθαρεύει φθορᾶς καὶ γενέσεως, ἀθάνατον
δὲ ὂν φύσει καὶ ἀνώλεθρον παντοίας ἐστὶ καθαρὸν
κηλῖδος: ἀίδιον δὲ καὶ ἀεικίνητον, ὡς ὁρῶμεν, ἤτοι