Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ
καθ̓ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι
προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς
τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας
καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω. τὸ δὲ λοιπὸν
ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε
ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε
καὶ φθίνοντα πάλιν δέχεσθε.’