Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ
κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε
ξυνεδεῖσθε. νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος
μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα,
τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς
ἔσται. τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ
ἕξει: ὑπ̓ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα
[p. 336]
θεοῖς ἰσάζοιτο ἄν. ἵν̓ οὖν θνητά τε ᾖ τό τε
πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν
ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι
’