Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὐρανοῦ, ὥστε ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.’
Ἐν δὴ τούτοις Μωυσῆς οὔτε τὴν ἄβυσσον πεποιῆσθαί
φησιν ὑπὸ τοῦ θεοῦ οὔτε τὸ σκότος
οὔτε τὸ ὕδωρ: καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ
[p. 332]
τοῦ φωτός, ὅτι προστάξαντος θεοῦ γέγονεν, εἰπεῖν
ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ
περὶ τοῦ ὕδατος. ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ οὐ
γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς
αὐτῶν. πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται
γενέσεως ἢ ποιήσεως οὐδ̓ ὅντινα τρόπον