Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι
τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς
Γαλιλαίων ὄντας αἱρέσεως, ἀνθ̓ ὅτου πρὸ τῶν
ἡμετέρων εἵλοντο τὰ παῤ ἐκείνοις, καὶ ἐπὶ τούτῳ,
τί δή ποτε μηδ̓ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων
ἀποστάντες ἰδίαν ὁδὸν ἐτράποντο. ὁμολογήσαντες
μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπουδαίων
οὔτε τῶν παῤ ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ
τοῖς ἀπὸ Μωυσέως Ἑβραίοις, ἀπ̓ ἀμφοῖν δὲ τὰς
παραπεπηγυίας τούτοις τοῖς ἔθνεσιν ὥσπερ τινὰς