Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς σημεῖον τῷ Ἁβραάμ: ‘Καὶ αὕτη ἡ διαθήκη,
ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ
μέσον τοῦ σπέρματός σου εἰς τὰς γενεὰς ὑμῶν.
καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας
ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον
ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ σπέρματός
σου.’...ὅτε τοίνυν, ὅτι προσήκει τηρεῖν
[p. 422]
τὸν νόμον, ἀναμφισβητήτως προστέταχε καὶ τοῖς
μίαν παραβαίνουσιν ἐντολὴν ἐπήρτησε δίκας,
ὑμεῖς, οἱ συλλήβδην ἁπάσας παραβεβηκότες,
ὁποῖον εὑρήσετε τῆς ἀπολογίας τὸν τρόπον; ἢ
γὰρ ψευδοεπήσει ὁ Ἰησοῦς, ἤγουν ὑμεῖς πάντη