Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Νυνὶ δὲ ἐπαναληπτέον ἐστί μοι πρὸς αὐτούς:
διὰ τί γὰρ οὐχὶ περιτέμνεσθε; ‘Παῦλος,’ φασίν,
‘εἶπε περιτομὴν καρδίας, ἀλλ̓ οὐχὶ τῆς σαρκὸς
δεδόσθαι πιστεύσαντι τῷ Ἁβραάμ. οὐ μὴν ἔτι
τὰ κατὰ σάρκα ἔφη, καὶ δεῖ πιστεῦσαι τοῖς
ὑπ̓ αὐτοῦ καὶ Πέτρου κηρυττομένοις λόγοις οὐκ
ἀσεβέσιν.’ ἄκουε δὲ πάλιν, ὅτι τὴν κατὰ σάρκα
περιτομὴν εἰς διαθήκην ὁ θεὸς λέγεται δοῦναι καὶ