Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπληρώσατε τάφων καὶ μνημάτων, καίτοι οὐκ
εἴρηται παῤ ὑμῖν οὐδαμοῦ τοῖς τάφοις προσκαλινδεῖσθαι
καὶ περιέπειν αὐτούς. εἰς τοῦτο δὲ
προεληλύθατε μοχθηρίας, ὥστε οἴεσθαι δεῖν ὑπὲρ
τούτου μηδὲ τῶν γε Ἰησοῦ τοῦ Ναζωραίου ῥημάτων
[p. 416]
ἀκούειν. ἀκούετε οὖν, ἅ φησιν ἐκεῖνος περὶ
τῶν μνημάτων: ‘Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι
ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις:
ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔσωθεν
δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.’