Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐκεῖνος ἐξηγήσατο.’ πότερον οὖν οὗτός ἐστιν ὁ
θεὸς λόγος σάρξ γενόμενος, ὁ μονογενὴς υἱός, ὁ
ὢν ἐν τοῖς κόλποις τοῦ πατρός; καὶ εἰ μὲν αὐτός,
ὅνπερ οἶμαι, ἐθεάσασθε δήπουθεν καὶ ὑμεῖς θεόν.
‘ἐσκήνωσε’ γὰρ ‘ἐν ὑμῖν καὶ ἐθεάσασθε τὴν δόξαν
αὐτοῦ.’ τί οὖν ἐπιλέγεις, ὅτι θεὸν οὐδεὶς ἑώρακε
πώποτε; ἐθεάσασθε γὰρ ὑμεῖς εἰ καὶ μὴ τὸν
πατέρα θεόν, ἀλλὰ τὸν θεὸν λόγον. εἰ δὲ ἄλλος
ἐστὶν ὁ μονογενὴς υἱός, ἕτερος δὲ ὁ θεὸς λόγος, ὡς
ἐγώ τινων ἀκήκοα τῆς ὑμετέρας αἱρέσεως, ἔοικεν
οὐδὲ ὁ Ἰωάννης αὐτὸ τολμᾶν ἔτι.