Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὲν Ἰησοῦν εἶναι Χριστόν, ἄλλον δὲ τὸν ὑπὸ
Ἰωάννου κηρυττόμενον λόγον. οὐ μὴν οὕτως
ἔχει. ὃν γὰρ αὐτὸς εἶναί φησι θεὸν λόγον,
τοῦτον ὑπὸ Ἰωάννου φησὶν ἐπιγνωσθῆναι τοῦ
βαπτιστοῦ Χριστὸν Ἰησοῦν ὄντα. σκοπεῖτε οὖν,
ὅπως εὐλαβῶς, ἠρέμα καὶ λεληθότως ἐπεισάγει
[p. 414]
τῷ δράματι τὸν κολοφῶνα τῆς ἀσεβείας οὕτω τέ
ἐστι πανοῦργος καὶ ἀπατεών, ὥστε αὖθις ἀναδύεται
προστιθείς: ‘Θεὸν οὐδεὶς ἑώρακε πώποτε:
ὁ μονογενὴς υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός,
’