Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ χρηστὸς Ἰωάννης, αἰσθόμενος ἤδη πολὺ πλῆθος
ἑαλωκὸς ἐν πολλαῖς τῶν Ἑλληνίδων καὶ Ἰταλιωτίδων
πόλεων ὑπὸ ταύτης τῆς νόσου, ἀκούων δέ,
οἶμαι, καὶ τὰ μνήματα Πέτρου καὶ Παύλου λάθρᾳ
μέν, ἀκούων δὲ ὅμως αὐτὰ θεραπευόμενα πρῶτος
ἐτόλμησεν εἰπεῖν. μικρὰ δὲ εἰπὼν περὶ Ἰωάννου
τοῦ βαπτιστοῦ, πάλιν ἐπανάγων ἐπὶ τὸν ὑπ̓
αὐτοῦ κηρυττόμενον λόγον ‘Καὶ ὁ λόγος’ φησὶ
‘σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ’ τὸ δὲ
ὅπως οὐ λέγει αἰσχυνόμενος. οὐδαμοῦ δὲ αὐτὸν