Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν.’ ὡς μὲν οὖν
τοὺς τῶν θυσιῶν ἠπίστατο τρόπους Μωυσῆς,
εὔδηλόν ἐστί που διὰ τῶν ῥηθέντων. ὅτι δὲ οὐχ
ὡς ὑμεῖς ἀκάθαρτα ἐνόμισεν αὐτά, πάλιν ἐκ τῶν
ἐκείνου ῥημάτων ἐπακούσατε: ‘Ἡ δὲ ψυχή, ἥτις
ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου,
ὅ ἐστι κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ̓
αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ
αὐτῆς.’ αὐτὸς οὕτως εὐλαβὴς ὁ Μωυσῆς περὶ
τὴν τῶν ἱερῶν ἐδωδήν.