Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι δὲ τούτων οὐδὲν τῷ Ἰησοῦ προσήκει, πρόδηλον:
οὐδὲ γάρ ἐστιν ἐξ Ἰούδα. πῶς γὰρ ὁ καθ̓
ὑμᾶς οὐκ ἐξ Ἰωσήφ, ἀλλ̓ ἐξ ἁγίου πνεύματος
γεγονώς; τὸν Ἰωσὴφ γὰρ γενεαλογοῦντες εἰς
τὸν Ἰούδαν ἀναφέρετε καὶ οὐδὲ τοῦτο ἐδυνήθητε
[p. 396]
πλάσαι καλῶς. ἐλέγχονται γὰρ Ματθαῖος καὶ
Λουκᾶς περὶ τῆς γενεαλογίας αὐτοῦ διαφωνοῦντες