Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὕροις ἄν, εὖ οἶδα, τὸν τοῦ Θεοδώρου κρείττονα τοῦ
σοφωτάτου βασιλέως. ἀλλ̓ ἐκεῖνος, φασί, καὶ
περὶ θεουργίαν ἤσκητο. τί οὖν ; οὐχὶ καὶ ὁ
Σολομῶν οὗτος τοῖς ἡμετέροις ἐλάτρευσε θεοῖς,
ὑπὸ τῆς γυναικός, ὡς λέγουσιν, ἐξαπατηθείς ; ὢ
μέγεθος ἀρετῆς. ὦ σοφίας πλοῦτος. οὐ περιγέγονεν
ἡδονῆς, καὶ γυναικὸς λόγοι τοῦτον παρήγαγον.
εἴπερ οὖν ὑπὸ γυναικὸς ἠπατήθη, τοῦτον
σοφὸν μὴ λέγετε. εἰ δὲ πεπιστεύκατε σοφόν, μή
τοι παρὰ γυναικὸς αὐτὸν ἐξηπατῆσθαι νομίζετε,
[p. 384]