Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν Ἰακώβ: οὐ πρότερον μὲν Σύροις, ἑξῆς
δὲ ἐπὶ τούτοις Παλαιστινοῖς, ἐν γήρᾳ δὲ Αἰγυπτίοις
ἐδούλευσεν; οὐκ ἐξ οἴκου δουλείας ἐξαγαγεῖν
αὐτοὺς ὁ Μωυσῆς φησιν ἐξ Αἰγύπτου ἐν
βραχίονι ὑψηλῷ; κατοικήσαντες δὲ τὴν Παλαιστίνην,
οὐ πυκνότερον ἤμειψαν τὰς τύχας ἢ τὸ
χρῶμά φασιν οἱ τεθεαμένοι τὸν χαμαιλέοντα. νῦν
μὲν ὑπακούοντες τοῖς κριταῖς, νῦν δὲ τοῖς ἀλλοφύλοις
δουλεύοντες; ἐπειδὴ δὲ ἐβασιλεύθησαν—
ἀφείσθω δὲ νῦν ὅπως: οὔτε γὰρ ὁ θεὸς ἑκὼν αὐτοῖς
τὸ βασιλεύεσθαι συνεχώρησεν, ὡς ἡ γραφή φησιν,