Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δυστυχεῖς. καὶ νόμῳ σκληρῷ μὲν καὶ
τραχεῖ καὶ πολὺ τὸ ἄγριον ἔχοντι καὶ βάρβαρον
ἀντὶ τῶν παῤ ἡμῖν ἐπιεικῶν καὶ φιλανθρώπων
[p. 376]
χρώμενοι τὰ μὲν ἄλλα χείρονες ἂν ἦτε, ἁγνότεροι
δὲ καὶ καθαρώτεροι τὰς ἁγιστείας. νῦν δὲ ὑμῖν
συμβέβηκεν ὥσπερ ταῖς βδέλλαις τὸ χείριστον
ἕλκειν αἷμα ἐκεῖθεν, ἀφεῖναι δὲ τὸ καθαρώτερον.