Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τί δὲ τοιοῦτον ἑαυτοῖς Ἑβραῖοι καυχῶνται
παρὰ τοῦ θεοῦ δεδόσθαι, πρὸς οὓς ὑμεῖς ἀφ̓ ἡμῶν
αὐτομολήσαντες πείθεσθε; εἰ τοῖς ἐκείνων γοῦν
προσείχετε λόγοις, οὐκ ἂν παντάπασιν ἐπεπράγειτε
δυστυχῶς, ἀλλὰ χεῖρον μὲν ἢ πρότερον,
ὁπότε σὺν ἡμῖν ἦτε, οἰστὰ δὲ ὅμως ἐπεπόνθειτε
ἂν καὶ φορητά. ἕνα γὰρ ἀντὶ πολλῶν θεὸν ἐσέβεσθε
ἂν οὐκ ἄνθρωπον, μᾶλλον δὲ πολλοὺς ἀνθρώπους