Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πεποίηται; τί δὲ ἀλογώτερον, εἰ δέκα ἢ πεντεκαίδεκα,
κείσθω δὲ καὶ ἑκατόν, οὐ γὰρ δὴ χιλίους
ἐροῦσι—θῶμεν δὲ ἡμεῖς καὶ τοσούτους τολμήσαντάς
τι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων νόμων
παραβῆναι: ἑξακοσίας ἐχρῆν διὰ τοὺς ἅπαξ
χιλίους ἀναλωθῆναι χιλιάδας; ὡς ἔμοιγε κρεῖττον
εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις
ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδιαφθεῖραι
τοὺς χιλίους ἑνί....
Εἰ γὰρ καὶ ἑνὸς ἡρώων καὶ οὐκ ἐπισήμου
δαίμονος δύσοιστος ἡ ὀργὴ χώραις τε καὶ πόλεσιν
ὁλοκλήροις, τίς ἂν ὑπέστη τοσούτου θεοῦ δαίμοσιν