Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Οὐδαμοῦ χαλεπαίνων ὁ θεὸς φαίνεται οὐδὲ
ἀγανακτῶν οὐδὲ ὀργιζόμενος οὐδὲ ὀμνύων οὐδ̓ ἐπ̓
ἀμφότερα ταχέως ῥέπων οὐδὲ στρεπτός, ὡς ὁ
Μωυσῆς φησιν ἐπὶ τοῦ Φινεές. εἴ τις ὑμῶν ἀνέγνω
τοὺς ἀριθμούς, οἶδεν ὃ λέγω. ἐπειδὴ γὰρ Φινεὲς τὸν
τελεσθέντα τῷ Βεελφεγὼρ μετὰ τῆς ἀναπεισάσης
αὐτὸν γυναικὸς αὐτοχειρίᾳ λαβὼν ἀπέκτεινεν
αἰσχρῷ καὶ ὀδυνηροτάτῳ τραύματι, διὰ τῆς μήτρας,
[p. 364]