Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.’ εἶτα ἄνθρωπος
ζηλωτὴς καὶ βάσκανος ἄξιος εἶναί σοι φαίνεται
[p. 362]
μέμψεως, ἐκθειάζεις δέ, εἰ ζηλότυπος ὁ θεὸς λέγεται;
καίτοι πῶς εὔλογον οὕτω φανερὸν πρᾶγμα
τοῦ θεοῦ καταψεύδεσθαι; καὶ γὰρ εἰ ζηλότυπος,
ἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ
πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ.
εἶτα πῶς οὐκ ἀνέστειλεν αὐτὸς ζηλῶν οὕτω καὶ
μὴ βουλόμενος προσκυνεῖσθαι τοὺς ἄλλους, ἀλλὰ
μόνον ἑαυτόν; ἆῤ οὖν οὐχ οἷός τε ἦν ἢ οὐδὲ τὴν