Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατεργασάμενοι, ὁμόγλωττοι ὄντες καὶ ὁμόφρονες
[p. 352]
ἀλλήλοις: τὸ δὲ πρᾶγμα ὅπως ἐποίησεν οὐδαμῶς,
ἀλλὰ μόνον, ὅτι κατελθὼν ἐξ οὐρανοῦ—μὴ
δυνάμενος ἄνωθεν αὐτὸ ποιεῖν, ὡς ἔοικεν, εἰ μὴ
κατῆλθεν ἐπὶ τῆς γῆς. ὑπὲρ δὲ τῆς κατὰ τὰ ἤθη
καὶ τὰ νόμιμα διαφορᾶς οὔτε Μωυσῆς οὔτε ἄλλος
ἀπεσάφησέ τις. καίτοι τῷ παντὶ μείζων ἐστὶν ἡ
περὶ τὰ νόμιμα καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν ἐν τοῖς
ἀνθρώποις τῆς περὶ τὰς διαλέκτους διαφορᾶς. τίς