Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πόλιν ἐθέλειν οἰκοδομεῖν καὶ πύργον ἐν αὐτῇ μέγαν,
φάναι δὲ τὸν θεόν, ὅτι χρὴ κατελθεῖν καὶ τὰς
διαλέκτους αὐτῶν συγχέαι. καὶ ὅπως μή τίς με
νομίσῃ ταῦτα συκοφαντεῖν, καὶ ἐκ τῶν Μωυσέως
ἀναγνωσόμεθα τὰ ἐφεξῆς. ‘Καὶ εἶπον: δεῦτε,
οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ
ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν
ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου
πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν
πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν
ἀνθρώπων. καὶ εἶπε κύριος: ἰδού, γένος ἓν καὶ
’