Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὖν ἐρέσθαι τὸν Παῦλον, εἰ μὴ τῶν Ἰουδαίων ἦν
ὁ θεὸς μόνον, ἀλλὰ καὶ τῶν ἐθνῶν, τοῦ χάριν
πολὺ μὲν εἰς τοὺς Ἰουδαίους ἔπεμπε τὸ προφητικὸν
χάρισμα καὶ τὸν Μωυσέα καὶ τὸ χρῖσμα καὶ τοὺς
προφήτας καὶ τὸν νόμον καὶ τὰ παράδοξα καὶ τὰ
τεράστια τῶν μύθων; ἀκούεις γὰρ αὐτῶν βοώντων:
‘Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.’ ἐπὶ
τέλους δὲ καὶ τὸν Ἰησοῦν ἔπεμψεν ἐκείνοις, ἡμῖν
δὲ οὐ προφήτην, οὐ χρῖσμα, οὐ διδάσκαλον, οὐ
κήρυκα περὶ τῆς μελλούσης ὀψέ ποτε γοῦν ἔσεσθαι