Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιτρέψαι δ̓ ἑκάστῳ πράττειν ὅ, τι ἂν ἐθέλῃ καὶ
δυνατὸς ᾖ: τὸ γὰρ τῆς πόλεως ἦθος οἶμαι τοιοῦτόν
ἐστιν, ἐλεύθερον λίαν: σὺ δὲ οὐ ξυνεὶς ἄρχεσθαι
αὐτοὺς μετὰ φρονήσεως ἀξιοῖς; οὐδ̓ ἀπέβλεψας
ὅση καὶ μέχρι τῶν ὄνων ἐστὶν ἐλευθερία παῤ
αὐτοῖς καὶ τῶν καμήλων; ἄγουσί τοι καὶ ταύτας
οἱ μισθωτοὶ διὰ τῶν στοῶν ὥσπερ τὰς νύμφας:
οἱ γὰρ ὑπαίθριοι στενωποὶ καὶ αἱ πλατεῖαι τῶν
ὁδῶν οὐκ ἐπὶ τούτῳ δήπου πεποίηνται, τῷ χρῆσθαι
[p. 470]
αὐταῖς τοὺς κανθηλίους, ἀλλ̓ ἐκεῖναι μὲν
αὐτὸ δὴ τοῦτο κόσμου τινὸς ἕνεκα πρόκεινται καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.