Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολὺ περὶ τὸ πρόσωπον ἐρύθημα. ταῦτα ὁρῶν
ὁ ἰατρὸς προσάγει τῷ στέρνῳ τὴν χεῖρα, καὶ
ἐπήδα δεινῶς ἡ καρδία καὶ ἔξω ἵετο. τοιαῦτα
ἄττα ἔπασχεν ἐκείνης παρούσης: ἐπεὶ δὲ ἀπῆλθεν,
ἐπιόντων ἄλλων, ἀτρέμας εἶχε καὶ ἦν ὅμοιος
τοῖς οὐδὲν πάσχουσι. συνιδὼν δὲ τὸ πάθος ὁ
Ἐρασίστρατος φράζει πρὸς τὸν βασιλέα, καὶ
ὃς ὑπὸ τοῦ φιλόπαις εἶναι παραχωρεῖν ἔφη τῷ
παιδὶ τῆς γαμετῆς. ὁ δὲ αὐτίκα μὲν ἠρνήσατο:
τελευτήσαντος δὲ τοῦ πατρὸς μικρὸν ὕστερον,
ἣν πρότερον διδομένην αὐτῷ χάριν εὐγενῶς
ἠρνήθη, μάλα κραταιῶς μετεδίωξεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.