Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λόγου, εἰ πάντα ἐπεξιέναι τις ἐθελήσειε τὰ τοιαῦτα.
ἓν γὰρ οὐδέν ἐστιν ἀγαθὸν κατὰ τὸν βίον,
ὃ μὴ παρὰ τοῦ θεοῦ τοῦδε λαβόντες ἔχομεν, ἤτοι
παρὰ μόνου τέλειον, ἢ διὰ τῶν ἄλλων θεῶν παῤ
αὐτοῦ τελειούμενον.
Ἡμῖν δέ ἐστιν ἀρχηγὸς καὶ τῆς πόλεως. οἰκεῖ
γοῦν αὐτῆς οὐ τὴν ἀκρόπολιν μόνον μετὰ τῆς
Ἀθηνᾶς καὶ Ἀφροδίτης Ζεὺς ὁ πάντων πατὴρ
ὑμνούμενος, ἀλλὰ καὶ Ἀπόλλων ἐπὶ τῷ Παλλαντίῳ
λόφῳ καὶ Ἥλιος αὐτὸς τοῦτο τὸ κοινὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.