Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θύων ὁ Ῥωμύλος τὰ Κρόνια πάντας ἐκάλει
τοὺς θεούς, καὶ δὴ καὶ αὐτοὺς τοὺς καίσαρας.
κλῖναι δὲ ἐτύγχανον παρεσκευασμέναι τοῖς μὲν
θεοῖς ἄνω κατ̓ αὐτό, φασίν, οὐρανοῦ τὸ μετέωρον,
Οὔλυμπόνδ̓, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί.
λέγεται γὰρ μεθ̓ Ἡρακλέα παρελθεῖν ἐκεῖσε
καὶ ὁ Κυρῖνος, ᾧ δὴ χρὴ καλεῖν αὐτὸν ὀνόματι,
τῇ θείᾳ πειθομένους φήμῃ. τοῖς μὲν οὖν θεοῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.