Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὄχλων καθυφείσθω, γευέσθω δὲ τρυφῆς μηδὲ
ἄκρῳ, φασί, τῷ δακτύλῳ, ἕως ἂν αὐτὴν παντελῶς
πατήσῃ. τότε ἤδη καὶ τῶν τοιούτων, ἂν προσπίπτῃ,
θιγεῖν οὐδὲν κωλύει. ἐπεὶ καὶ τῶν
ταύρων ἀκούω τοὺς ἀσθενεστέρους ἐξίστασθαι
τῆς ἀγέλης καὶ καθ̓ ἑαυτοὺς νεμομένους ἀγείρειν
τὴν ἰσχὺν ἐν μέρει καὶ κατ̓ ὀλίγον, εἶθ̓ οὕτως
ἐπιέναι καὶ προκαλεῖσθαι καὶ τῆς ἀγέλης ἀμφισβητεῖν
τοῖς προκατέχουσιν, ὡς μᾶλλον ἀξιωτέρους
προΐστασθαι. ὅστις οὖν κυνίζειν ἐθέλει
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.