Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρόνοια, πνεῦμα ἔνθερμον ὥσπερ ὄργανον ὑποβάλλουσα
τῇ φύσει, ἅπασι μετέδωκεν ἀσωμάτου
λόγου: μετέσχε δὲ ἕκαστον οὗπερ ἠδύνατο,
τὰ μὲν ἄψυχα σώματα τῆς ἕξεως μόνον, τὰ φυτὰ
δὲ ἤδη καὶ τῆς ζωῆς τὰ ζῷα δὲ ψυχῆς, ὁ δὲ
[p. 10]
ἄνθρωπος καὶ λογικῆς ψυχῆς. εἰσὶ μὲν οὖν οἳ
μίαν οἴονται διὰ τούτων πάντων ἥκειν φύσιν, εἰσὶ
δὲ οἳ καὶ κατ̓ εἶδος ταῦτα διαφέρειν. ἀλλὰ μήπω
τοῦτο, μᾶλλον δὲ μηδὲ ἐν τῷ νῦν λόγῳ τοῦτο ἐξεταζέσθω,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.