Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου. σκόπει δὲ ἐναργῶς:
ἕλκει μὲν ἀπὸ τῆς γῆς πάντα καὶ προκαλεῖται
καὶ βλαστάνειν ποιεῖ τῇ ζωπυρίδι καὶ
θαυμαστῇ θέρμῃ, διακρίνων οἶμαι πρὸς ἄκραν
λεπτότητα τὰ σώματα, καὶ τὰ φύσει φερόμενα
κάτω κουφίζει. τὰ δὴ τοιαῦτα τῶν ἀφανῶν
αὐτοῦ δυνάμεων ποιητέον τεκμήρια. ὁ γὰρ ἐν
τοῖς σώμασι διὰ τῆς σωματοειδοῦς θέρμης οὕτω
τοῦτο ἀπεργαζόμενος πῶς οὐ διὰ τῆς ἀφανοῦς καὶ
ἀσωμάτου πάντη καὶ θείας καὶ καθαρᾶς ἐν ταῖς
ἀκτῖσιν ἱδρυμένης οὐσίας ἕλξει καὶ ἀνάξει τὰς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.