Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γράφειν, εἶπον ἂν ὑπὲρ τούτων ἔτι τὰ παριστάμενά
μοι τῶν εἰρημένων ἴσως οὐκ ἐλάττω: νῦν δὲ ἀποδιδόντες
τὸ συνεχὲς τῇ προαιρέσει περὶ τοῦ ποταποὺς
εἶναι χρὴ τοὺς πλαττομένους τῶν μύθων
ἐφεξῆς σκοπῶμεν. ἴσως δὲ ἡγεῖται καὶ ταύτης
τῆς ἐγχειρήσεως ἐκείνη, ὁποίᾳ τινὶ φιλοσοφίᾳ
προσῆκον ἡ μυθογραφία. φαίνονται γὰρ πολλοὶ
καὶ τῶν φιλοσόφων αὐτὸ καὶ τῶν θεολόγων ποιήσαντες,
ὥσπερ Ὀρφεὺς μὲν ὁ παλαιότατος ἐνθέως
φιλοσοφήσας, οὐκ ὀλίγοι δὲ καὶ τῶν μετ̓ ἐκεῖνον:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.