Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τούτοις ἐμαυτὸν ψυχαγωγήσας ἐπ̓ ἐκεῖνο τὸ
μέρος ἄπειμι πάλιν, ὃ δοκεῖ τῇ μὲν ἀληθείᾳ
μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές.
Ὁμήρου τοί φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ
δήπου συνόντος, ἀλλὰ κηρύττοντος ὥσπερ Ἀχιλλέα
καὶ Πάτροκλον καὶ Αἴαντας ἄμφω καὶ τὸν
[p. 192]
Ἀντίλοχον. ἀλλ̓ ὁ μὲν ὑπερορῶν ἀεὶ τῶν παρόντων,
ἐφιέμενος δὲ τῶν ἀπόντων οὐκ ἠγάπα
τοῖς καθ̓ ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι: καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.