Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ οὐδὲ μικρὰς λιβάδας ἔχοντος τοῦ πέριξ χωρίου,
ἐπ̓ αὐτὴν εἶμι τὴν αἵρεσιν. καὶ εἰ βούλεσθε τὸ
κεφάλαιον ἀθρόως ἑλεῖν τοῦ λόγου, ὑπομνήσθητε
τῆς τοῦ Μακεδόνος ἐπὶ τοὺς Ἰνδοὺς πορείας, οἳ
τὴν πέτραν ἐκείνην κατῴκουν, ἐφ̓ ἣν οὐδὲ τῶν
ὀρνίθων ἦν τοῖς κουφοτάτοις ἀναπτῆναι, ὅπως
ἑάλω, καὶ οὐδὲν πλέον ἀκούειν ἐπιθυμήσετε:
πλὴν τοσοῦτον μόνον, ὅτι Ἀλέξανδρος μὲν ἀπέβαλε
πολλοὺς Μακεδόνας ἐξελὼν τὴν πέτραν,
ὁ δὲ ἡμέτερος ἄρχων καὶ στρατηγὸς οὐδὲ χιλίαρχον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.